Ancient Greek
37.2
Paulus, Epitomae Medicae Libri Septem 37.2
Unproofread scanNot analysed yet
λζ´ Πρὸς τοὺς μὴ δυναμένους συνουσιάζειν. Χρίειν δεῖ λίπει συνεχῶς· τὰ αἰδοῖα μῖγμα ἔχοντι τῆς τοῦ ναρκίσσου ρίζης μέρος βραχὺ ἢ κόκκου τοῦ Κνιδίου ἢ πυρέθρου ἢ σταφίδος ἀγρίας ἢ σπέρματος τῆς κνίδης ἢ τῆς ἄγνου, προποτίζειν δὲ πέπερι ἢ σατύριον ἢ εὐζυμον ἢ κνήκου ἢ πάντων ἅμα, κατεσθίειν δὲ πρὸ τῆς τροφῆς ὡπτημένους βολβοὺς τοὺς ἐρυθροὺς τοὺς μικροὺς σὺν ἄλει καὶ ἐλαίῳ ἢ σκίλλης βραχὺ μεμαρακμένης. καὶ τοῖς πρὸς ταῦτα δὲ συνθέτοις βοηθήμασιν ἀναγεγραμμένοις χρῆστέον· καὶ ἀκόλαστα δὲ πολλάκις ἀναγινωσκέτωσαν.