Ancient Greek
364.2
Paulus, Epitomae Medicae Libri Septem 364.2
Unproofread scanNot analysed yet
λα'. Περὶ ῥήγματος καὶ σπάσματος. 1 Τὰ ῥήγματα σὺν ἐκχυμώσει μὲν γίνεται πάντως, ἵαται δὲ αὐτὰ τῶν φαρμάκων τὰ μετρίως θερμαίνοντα· τοιοῦτο δὲ ἐστι τὸ διὰ τῶν αἰγείρων ἄκοπον, καὶ ὅσα τούτῳ ὅμοια. δεῖ δὲ ἐπὶ τῶν ἐν βάθει τοῦ 15 15 σώματος ῥηγμάτων δριμύτερα καὶ τμητικώτερα προσφέρειν τὰ φάρμακα· ὠφέλιμος δὲ τοῖς τοιούτοις καὶ ἡ τῆς σικῦας χρῆσις. ἐὰν μὲν οὖν εὐθὺς διαφορηθῇ τὸ ὅλον ἐκχύωμα, συμφύεται ῥαδίως ἢ διαστάςα αἱρε· ἐὰν δὲ χρονίση καὶ ῥύπος ὑποτραφῇ, συμφυῆναι τῷ ῥήγματι λοιπὸν ἀδύνατον, παρατιθέναι δὲ ἀλλήλοις τὰ χεῖλη μόνον, ὡς καὶ μικρὰν 20 20 πρόφασιν ῥαδίως αὐτὰ διαστᾶν ἐμπίπλασθαι τε τὴν μεταξὺ χώραν αὐτῶν ὑγρότητός τινος καὶ τρόπον τινὰ συνεχῶς ἐκχύωμα γίνεσθαι παραπλήσιον τῷ κατ' ἀρχάς, πλὴν ὅτι θάττον ἐκείνων διαφορούμενον ἄτε ἰχώρα λεπτὸν περιέχον, τοῦ κατ' ἀρχὰς ἐξ αἵματος συνισταμένου.