Ancient Greek
364.4
Paulus, Epitomae Medicae Libri Septem 364.4
Unproofread scanNot analysed yet
2 τὸ δὲ σπᾶσμα γίνεται διασπωμένων τινῶν ἰνῶν καὶ παρηγορίας 25 25 μόνης δεῖται ἄχρις ἀνωδυνίας· κολληθῆναι γὰρ αὐτὰς οὐ δυνατόν. ἀριστολογία τοίνυν στρογγύλῃ ῥήγμασι καὶ σπάσμασιν, εἴπερ τι ἄλλο, ἐπιτήδειον, ὁμοίως κενταυρίου τοῦ μεγάλου ἢ ρίζα καὶ ὁ χυλὸς αὐτῆς, ῥέον, κόστος, βδέλλιον σὺν ὀξυμέλιτι πινόμενα.