Ancient Greek
37.4
Paulus, Epitomae Medicae Libri Septem 37.4
Unproofread scanNot analysed yet
λζ´ Περί τῶν ἀμέτρως ἀφροδισιασάντων. Ἐπεὶ δὲ ἐξ ἀφροδισίων πλειόνων ἀραιότερον καὶ ψυχρότερον καὶ ξηρότερον καὶ ἀσθενέστερον γίνεται τὸ σῶμα, τὰ πυκνοῦντα δηλονότι καὶ θερμαίνοντα καὶ ὑγραίνοντα καὶ ῥωννύντα δεῖ προσάγεσθαι. τοῖς οὖν ἀμέτρως πεπλησιακόσιν ἀρμόσει σκέπη, ἄλεα, ἡσυχία, ὕπνοι ἱκανοί, ἕως ἂν ἐκ μὲν τῆς συντονίας ἄνεσιν λάβῃ τὸ σῶμα, ἐκ δὲ τῆς ἀτονίας ἀνακτήσωνται ἑαυτούς.