Ancient Greek
371.1
Paulus, Epitomae Medicae Libri Septem 371.1
Unproofread scanNot analysed yet
λη´. Πρὸς περιωδυνοῦντα καὶ φλεγμαινό̄ντα. Πρὸς δὲ τὰ περιωδυνοῦντα καὶ φλεγμαινό̄ντα τραύματα χρεία τῶν ξηραντικῶν τε καὶ ἀφλεγμάντων φαρμάκων. ὑγρῶν μὲν οὖν κάλλιστόν ἐστιν οἶνος, ποιεῖ δὲ καὶ ὀξὺκρατον, εἰ δὲ cὺν ῥύπῃ φλεγμαινοί, καὶ μελίκρατον ὑδαρές· τῶν δὲ ξηρῶν φαρμάκων κοινῶς μὲν ἀρμόσει τὰ πρὸς φλεγμονὰς εἰρημένα πλὴν τῶν ἐλαιωδῶν τε καὶ δριμέων, ἰδίως δὲ τοῦτο· ῥοιὰν γλυκεῖαν ἔψηςας ἐν οἴνῳ καὶ τρίψας κατάπλασσε. θαυμαστόν τοῦτο καὶ πολύχρηστον· πρὸς τε γὰρ τὰ ἐν κεφαλῇ ἕλκη ποιεῖ καὶ τὰ ἐν αἰδοίοις καὶ πρὸς τὰ ἐν ὅλῳ τῷ σώματι περιωδυνοῦντα καὶ πρὸς ὀφθαλμῶν φλεγμονάς. εἰ δὲ καὶ ἐρυσιπέλας ἢ τι τοιούτον τῷ ἕλκει προσγένοιτο, τοῖς πρὸς ἐκεῖνα χρηστέον ἀναγεγραμμένοις βοηθήμασιν.