Ancient Greek
371.3
Paulus, Epitomae Medicae Libri Septem 371.3
Unproofread scanNot analysed yet
λθ´. Πρὸς ἀπεπτα καὶ ἀνεκπύτητα ἕλκη. Τὰ μὲν πρόσφατα καὶ διὰ τὸ ἐπὶ φλεγμονώδη τυγχάνειν ἀνεκπύτητα τῶν ἑλκῶν συμπέττει τε καὶ πυοποιεῖ ἀπλᾶ μὲν ὕδωρ εὐκράτον κατα-αντλούμενον, πύρινον ἄλευρον ἢ χόνδρος ἢ ἄρτος ἢ κόλλα ἢ εἰς τὰ βιβλία μετὰ τερμινθίνης καταπλασσόμενα, κηρός, κρόκος, λιβανωτός, πίττσα, ῥόδιον, στέαρ ὑεῖόν τε καὶ μόσχειον· σύνθετον δὲ τὸ τετρα-φάρμακον ξμμοτον ἀνέθεν ῥοδίῳ. τὰ δὲ παλαιὰ καὶ τυλώδη συμπέττει ἀπλὰ μὲν σταφὶς ἡμερος, στυράξ, χαλβάνη, σμύρνα, λάδανον, πίττσα, ῥητίνη, βούτυρον, μαστίχῃ Αἰγυπτία, ὕσσωπον, σύνθετα δὲ ἢ τε διὰ τοῦ κηκίνου ἄκηρος Γαληνοῦ ξμμοτος ἀναλυθεῖσα δι’ ἐλαίου παλαιοῦ ἢ κηκίνου ἢ τε δίχρωμος ὁμοίως καὶ τὸ βασιλικόν καὶ αἱ παραπλήσιαι.