Ancient Greek
381.1
Paulus, Epitomae Medicae Libri Septem 381.1
Unproofread scanNot analysed yet
καὶ εἰ μὴ πρότερον εἰς ὑπόρρυγιν τινα ποιήσεις τομήν, οὐδὲν ἀνύσεις οὔτε ἐν τῷ σαρκοῦν αὐτοὺς οὔτε ἐν τῷ κολλᾶν. εἰ δὲ κατὰ τι τῶν κώλων, οἷον πήχυν ἢ μηρόν, ὁ κόλπος ὑπάρχει, δύνατ' ἂν καὶ χωρὶς ἀντιδιαρέσεως κολληθῆναι κατάρροπον ἐπινοοῦντός σου σχῆμα· ἐν μὲν γὰρ τῷ πήχει πλησίον τοῦ ἀγκῶνος ὑπάρχοντος τοῦ στομίου τὸ ἄκρον τῆς χειρὸς ὑψηλότερον ἀνατείνων εἰς ὑπόρρυγιν τρέμεις τὸν κόλπον· ἐν δὲ τῷ μηρῷ τοῦ κόλπου πρὸς τῷ γόνατι τὸ πέρας ἔχοντος κατάρροπον ἐργάση τὸ σχῆμα κατὰ τὴν ἰγνῦν ὑποτιθεὶς ὑπαυχένιον μαλακόν, ὡς ταπεινοτέραν ἔχειν τὴν θέσιν τὸν βουβῶνα τοῦ γόνατος. εἰ μὲν οὖν μὴ δέοιτο σαρκώσεως ὁ κόλπος, εὐθὺς δι' εὐθυτρήτου τινὸς αὐλίσκου κύστιν ἔχοντος ἐνειμένην πρὸς μὲν τὸ ἀπορρύωμα τοὺς κατὰ τὸν κόλπον ἰχώρας μελικράτῳ ὑδαρεῖ, ὡς ἂν πίῃ τις, κλυστεῖον αὐτόν, πρὸς δὲ τὴν μέλλουσαν κόλλησιν οἴνῳ ἢ οἰνομέλιτι, κἄπειτα χωρητέον ἐπὶ τὸ κολλητικὸν φάρμακον. εἰ δὲ κοῖλος ὢν ὁ κόλπος δέοιτο σαρκώσεως, πρῶτον μὲν ἐνιέναι τοῦ διὰ χάρτου ξηροῦ ὀλίγον μετὰ πολλοῦ ῥοδίνου, κἄπειτα τιλτῷ μοτῷ βύειν τὸ στόμιον, μετὰ δὲ τοῦτο τῆς Ἰσίδος ἢ τοῦ Μαχαίρῳνος ἢ τινος τῶν παραπλησίων ἐμπλάστρων φαρμάκων ἂμα ῥοδίνη κηρωτῇ ὑγροτέρᾳ τήκοντας ὡσαύτως ἐνιέναι. συμμέτρως δὲ ὑποσαρκωθέντος τοῦ κόλπου τῶν παρακολλητικῶν τι φαρμάκων ἐπιθέσεις, ὡς εἰ καὶ πρόσφατον ἐναιμον ἐθεράπευες τραύμα· τοιαῦτα δέ εἰσιν αἱ τε βάρβαροι καὶ δίχρωμοι καὶ κιρραὶ προσαγορευόμεναι, μάλιστα δὲ πασῶν ἢ διὰ τοῦ κικίνου καὶ τῶν μεταλλικῶν χωρὶς κηροῦ σκευαζομένη κιρρὰ τοῦ Γαληνοῦ ἐμπλαστρὸς ἀρμόσει. μετὰ δὲ τὴν ἐπίθεσιν τοῦ φαρμάκου σπόγγος καινὸς ἐξ οἰνομέλιτος ἢ οἴνου περιβαλλέσθω μαλακὸς μάλιστα, καὶ ἢ ἐπίδεσις ἀπὸ μὲν τοῦ πυθμένος ἀρχέσθω τοῦ κόλπου, τελευταίᾳ δὲ ἐπὶ στόμα· αἱ δὲ περιβολαὶ τῶν ὀθονίων σφιγγέτωσαν μὲν ἀνωδύνως τὸν πυθμένα τοῦ κόλπου, κατὰ βραχὺ δὲ ἐκλυέσθωσαν ἄχρι τοῦ στομίου τῆς περιβαλλομένης ἐξωθεν ἐμπλάστρου τῷ κόλπῳ διεψαλισμένης κατὰ τὸ στόμιον, ὡς ἐκκρίνεσθαι τοὺς ἰχώρας, μικροῦ δέ τινος ἄλλου κατὰ τοῦτοῦ ἐπιτιθεμένου ἐμπλαστρίου ἐκ τοῦ αὐτοῦ φαρμάκου χαύνου διὰ τὴν αὐτὴν ἔκροιαν· ἐὰν