Ancient Greek
382.1
Paulus, Epitomae Medicae Libri Septem 382.1
Unproofread scanNot analysed yet
δὲ αὐτὸ μέχρι τῆς ἐπιλύσεως, ἣν διὰ τρίτης ποιησάμενος ἀφαιρήσεις αὐτὸ τοῦτο καὶ ἀλλάξεις ἕκασ τὸ καθ’ ὅλου τοῦ κόλπου περιβεβλημένον φάρμακον. ἔστι δὲ σοὶ διάγνωσις, εἰ κεκόλληται τὸ βάθος τοῦ κόλπου καλῶς, ἐκρυσέντος ἰχῶρος ὀλίγου τε καὶ πεπεμμένου ἢ καὶ μηδ’ ὀλίως ἐκρυσέντος· ἐπὶ δὲ καὶ κατ’ αὐτὸν τὸν κόλπον, εἰ μήτε ὀδύνη τις αἰσθητὴ μήτε ὀγκος, ἀλλὰ προσέσταλται τὸ χωρίον ἅπαν καὶ ξηρὸν καὶ ἀνώδυνόν ἐστιν· ἐὰν δὲ καὶ πῦον εὐπεπτον ἐπὶ τοῦ στόματος ἴδῃς ὀλίγον, ἔτι μᾶλλον ἐλπίδας ἀγαθὰς ἔχεις. εἰ δὲ καὶ κατὰ τὴν πρώτην ἢ δευτέραν ἡμέραν ἐκκρίνηται τις ἰχὼρ λεπτὸς ἐκ τοῦ κόλπου, μὴ πᾶν τι τῆς κολλήσεως ἀπέλπιζε· πολλάκις γὰρ ἢ τοῦ φαρμάκου δύναμις ἐκθλίβει σφοδρῶς ἐκ τῶν ὑποκειμένων ὑγρότητα λεπτήν, ἥς ἐκθλιβείσης συμμέτρως ξηρὰ γενόμενα τὰ χωρία κολλᾶται. κατὰ δὲ τὴν τρίτην ἡμέραν ἢ τετάρτην ἀπὸ τῆς ἀρχῆς ἐὰν ἀπεπτος ἰχὼρ φέρηται διὰ τοῦ στομίου, γίνωσκε μὴ κεκολλῆσθαι τὸν κόλπον καὶ ἐπίμενε τῷ αὐτῷ φαρμάκῳ· ἀφιστάμενον δέ, ὡς εἴκός, αὐτὸ δι’ ὑγρότητά τινα καὶ ἀλλάζει οὐδὲν ἄτοπον ἐκ τοῦ αὐτοῦ φαρμάκου.