Ancient Greek
392.3
Paulus, Epitomae Medicae Libri Septem 392.3
Unproofread scanNot analysed yet
νε. Περὶ ἀγκυλώσεως. Ἀγκύλας τε καὶ ἀγκυλώσεις προσαγορεύειν εἰώθασιν τὰς τῶν ἄρθρων κατοχὰς διὰ σφηνώσεων ἢ νευρικὴν τινὰ τάσιν γινομένας, ἐφ’ ὧν τῆς 20 μαλακτικῆς τε καὶ χαλαστικῆς δεήσει δυνάμεως. κοινότερον μὲν οὖν καὶ τὰ ἐπὶ τῶν ἐκκιρρωμένων μορίων, ἐπὶ δὲ μᾶλλον τὰ ἐπὶ τῶν παραλυθέντων εἰρημένα τούτοις ἀρμόσει, ἰδιαίτερον δὲ καταιονήσεις δι’ ὑδρελαίου, ἐν ᾧ ἀφηγήθη λινόσπερμον, τήλις, ἄλθαία, δάφνη, σικύου ἀγρίου ρίζα, καὶ αὐτὸ τὸ Σικυώνιον. μετὰ δὲ τὴν καταϊόνχιν προσαξέσθω 25 τούτοις ἄκοπτα μὲν πρώτων τὰ ἀπλούστερα, σίων ἐστι τὸ τε διὰ τῆς αἰγείρου καὶ τὸ διὰ τῆς ἐλάτης τὸ τε βρόμιον καὶ τὸ Βασιλείου καὶ ἡ πυεῖς· μεθ’ ἃ τὸ τε Ἀριστοφάνειον καὶ τὸ τοῦ Ἀζανίτου. ἰχυρότατα