Ancient Greek
393.1
Paulus, Epitomae Medicae Libri Septem 393.1
Unproofread scanNot analysed yet
δὲ τὸ τε λυσιπόνιον προσαγορευόμενον καὶ τὸ ποικῖλον ἐστίν. ἐμπλαστρα δὲ φάρμακα τὸ τε Ἀμυθᾶνυός ἐστι καὶ ἡ ἀνίκητος· κάλλιστον δὲ τοῦτο· βδελλίου, στέατος μοσχείου, ἀμμωνιακοῦ θυμιάματος, ἵρεως Ἰλλυρικῆς ἀνὰ ς, ὁποπάνακος, χαλβάνης, κάχρυσος, στύρακος, λιβάνου ἀνὰ <η, πεπέρεως κόκκοι ρξ, κηροῦ λι. λʹ, ῥήτινος τερειβινθίνης λι. λʹ, ἱρίνου δὲ ὑποστάθμης ὅσον ἐξαρκεῖ, οἴνου τὸ ἱκανόν· κοπτὸν ἐστὶ τὸ φάρμακον· ἐστὶ δὲ καὶ ἄκοπον ἀγαθὸν διαλυόμενον ἱρίνῳ ἢ κυπρίνῳ ἢ δαφνίνῳ. μεταξὺ δὲ τῶν τε ἀκόπων καὶ τῶν ἐμπλάστρων ἐστὶ τὸ διὰ πέρνης τὸ πολυμάγματος. ἡ δὲ τῶν ἀκόπων χρῆσις διὰ μαλακῆς γινέσθω καὶ ἐπιμόνου τρίψεως μετὰ τοῦ ἀποπειράσθαι καὶ τῆς τοῦ πεπονθότος ἄρθρου κάμψεώς τε καὶ ἐκτάσεως.