Ancient Greek
393.2
Paulus, Epitomae Medicae Libri Septem 393.2
Unproofread scanNot analysed yet
νζʹ. Περὶ κεχαλασμένων ἄρθρων. Χαλᾶται τὰ ἄρθρα πολλάκις ἐπὶ τε πυρετικοῖς χρόνιοις νοσήμασιν ἐπὶ τε κωλικοῖς καὶ παραλυτικοῖς θερμωτέρας ὡς μάλιστα καὶ ὑγροτέρας αὐτὰ δυσκρασίας καταλαβούσης, κἀντευθεν ἡ κίνησις παραποδίζεται. ἐφʹ ὧν ἀκακίας χυλὸς ἀνθεῖς ὕδατι καὶ καταντλούμενος ἢ βάτου ἢ μυρσίνης ἢ σχίνου ἢ πτελέας τῶν ῥιζῶν τοῦ φλοιοῦ ἀρμόσει τὸ ἀφέψημα ἢ σῖδια καταπλασθέντα ἢ μυρσίνης φύλλα σὺν κηρωτῇ μυρσίνῃ ἐπιτιθέμενα· κρατύνεσθαι γὰρ δεῖται τὰ συνδετικὰ νεῦρα διὰ τῆς στυφούσης τε καὶ ξηραινοῦσης δυνάμεως. τὰ οὖν τοιαῦτα τοῖς ἄρθροις ἐπιθετέον φάρμακα, οἷον τὸ τε διὰ ἰτέων καὶ ἡ δέηρά καὶ ἡ φοινικίνη οἴνου στυφόντος ἢ ὄζους τι προσλαβοῦσα. πολλοὶ δὲ νομίζοντες ὑπὸ ψύξεως γίνεσθαι τὴν τοιαύτην ἀκράτειαν εἴτα θερμωτέροις χρησάμενοι βοηθήμασιν μεῖζονα βλάβην εἰργάσαντο.