Ancient Greek
394.1
Paulus, Epitomae Medicae Libri Septem 394.1
Unproofread scanNot analysed yet
ρίδα προσαγορεύουσιν. ἡ δὲ γένεσις ἀπάσαις ἐξ ὠμῆς καὶ παχεῖας καὶ φλεγμονικῆς ὑλῆς καὶ πρὸς σῆψιν ἐπιτηδείας ἐστίν, οἷαπερ ἀθροίζεται τοῖς παιδίοις καὶ τοῖς ἄλλως ἀδηφαγοῦσιν, ἀλλ’ οὐκ ἀπὸ θερμῆς καὶ δριμείας ἢ μελαγχολικῆς· αὐταὶ γὰρ καὶ τὴν τοῦ τρέφειν ὑπερβάσαι φύσιν ἄφνεὺς πρὸς τὴν τῶν ἐλμίνθων καθεστηκασί γένεσιν, τοῦναντίον δὲ καὶ φθαρτικὰ τούτων εἰσὶ τὰ χολώδη μάλιστα περιπτώματα. εἰ δὲ ποτε ταῖς ἐλμίνσι χολὴ συνεξεκρίθη ξανθὴ κάτωθεν ἢ καὶ δι’ ἐμέτων, αὐτὰς μὲν ἐν τοῖς ἐντέροις ἴσθι γινομένας, τὸν δὲ χολώδη χυμὸν ἤτοι κατὰ τὸ στόμα τῆς γαστρὸς ἢ ἐν ἄλλῳ τινὶ συστηναί μορίῳ. ἑκάστης οὖν αὐτῶν διαφορὰς εἴπωμεν εἴδος τε καὶ γένεσιν καὶ τόπον καὶ διάγνωσιν καὶ θεραπείαν ἀπὸ τῆς στρογγύλης ἀρξάμενοι.