Ancient Greek
394.2
Paulus, Epitomae Medicae Libri Septem 394.2
Unproofread scanNot analysed yet
Περὶ στρογγύλων ἐλμίνθων. Αἱ τοίνυν στρογγύλοι τῶν ἐλμίνθων τὸ μὲν εἶδος ἅπασιν κατάδηλον ἔχουσιν, ὅτι δὴ καὶ μᾶλλον αὐταὶ τῶν ἄλλων πλεονάζουσι. συνίστανται δὲ κατὰ τὰ λεπτὰ μάλιστα τῶν ἐντέρων πλησιάζουσαι καὶ τῇ γαστρί (διὸ καὶ διὰ στόματος πολλάκις ἀναφέρονται, τισὶ δὲ καὶ διὰ ῥινῶν ἐξεκρίθησαν), πλεονάζουσαι μᾶλλον τῶν ἄλλων περὶ τὰ νήπια καὶ ἐν πυρετῷ κατὰ τὸ πλεῖστον. ἀλλὰ περὶ μὲν τὰς ἀρχὰς τῶν πυρετῶν γινόμεναι τὴν ὑπόστασιν ἐξ ὑποκειμένης διαφθορᾶς ἔχουσιν, περὶ δὲ τὰς ἀκμὰς ἐκ πονηρᾶς νόσου, περὶ δὲ τὰς παρακμὰς ἐκ μεταβολῆς τῶν ὅλων ἐπὶ τὸ κρεῖττον· καὶ γὰρ Ἰπποκράτης φησίν· ἀγαθὸν δὲ καὶ ἐλμίνθας στρογγύλας διεξιέναι πρὸς κρίσιν ἰούσης τῆς νόσου, αἱ δὴ καὶ τάχιον ἀποκτείνονται. παρέπεται δὲ τοῖς ἐλμίνθας στρογγύλας ἔχουσι δημηδὸς ἐντέρων καὶ κοιλίας καὶ βήχες μικραὶ διερεθίζουσαι ἡραῖ, τισὶ δὲ καὶ λυγμός, ὕπνοι τε μετὰ παλμῶν καὶ ἀλόνων ἐξαναστάσεων (ἐνίοι δὲ καὶ μετὰ κραυγῆς ἐξανίστανται καὶ πάλιν καταφέρονται), ἄφυμοι ἀνύμολοι, καὶ οἱ πυρετοὶ μερεθύνονται ἀτάκτως ἐπιτιθέμενοι μετὰ περιμύξεως τῶν ἄκρων καὶ τρίτον ἐξθ’ ὅτε καὶ τέταρτον τῆς ἡμέρας ἢ τῆς νυκτὸς ἀλόγως ἐπισημαίνοντες. τοῖς δὲ παιδίοις καὶ μάσχεις μετὰ