Ancient Greek
395.1
Paulus, Epitomae Medicae Libri Septem 395.1
Unproofread scanNot analysed yet
προβολῆς τῆς γλώττης διὰ κενῆς καὶ τριχμὸς ὀδόντων γίνεται, καὶ τὰ ὀμματα μύουσι, καὶ σιωπᾶν ἐθέλουσι καὶ πρὸς τοὺς διεγείροντας ἀγανακτοῦσι, καὶ οἱ ὀφθαλμοὶ ὑφαίμοι φαίνονται, καὶ τὰ μῆλα ἐρυθραίνεται καὶ πάλιν εἰς τὸ πελιδνὸν μεταβάλλεται, πρὸς βραχὺ δὲ ταῦτα καὶ ἐκ διαστημάτων. τισὶ δὲ προστρέχουσι τῷ στομάχῳ ναυτιῶν καὶ δηγμῶν αἰτία γίνονται, καὶ ἀνορεκτοῦσιν οἱ κάμνοντες, ἐκβιασθέντες δὲ ναυτιῶντες μόλις καταπίνουσιν ἢ καὶ ἀπεμοῦσι τὸ προσενεχθέν· πολλοῖς δὲ καὶ ἡ γαστὴρ καταφέρεται μετὰ διαφθορᾶς τῶν ἐδηδεσμένων καὶ ἐμφυσᾶται τυμπάνου δίκην, τὸ τε λοιπὸν σῶμα παραλόγως ἐκτίθεται μήτε λιμαγχονίας γενομένης μήτε κενώσεως ἀμέτρου. οὐκ ἐπὶ πάντων δὲ πάντα δεῖ ζητεῖν τὰ λεχθέντα σημεῖα, ἀλλὰ τινὰ πρὸς τὸ ἐπικρατοῦν, ἐνίοτε δὲ καὶ τὰ πλεῖστα. ταῦτα δὲ συμβαίνει τῶν ζῶων ἐλισκομένων κατὰ τὰ ἔντερα καὶ δακνόντων καὶ τῆς πυρετῶδους θερμασίας ἄμνους ἀναφερούσης παρὰ τὸν ἐγκέφαλον μοχθηροὺς ἐκ τῆς ἀθροισθείσης ἐν τῇ γαστρὶ σπῆδεονύδους ὑγρότητος. ἐφ’ ὧν δεῖ πῇ μὲν ἀμφοῖν ὁμοίως προνοεῖσθαι τοῦ τε πυρετοῦ καὶ τῶν ἐλμίνθων, πῇ δὲ τοῦ πυρετοῦ φροντίσαντας ὀλίγον σπουδαίως ἐξαιρεῖν τὰς ἐλμινθας τοῦ σώματος· πολλοὶ γὰρ ἀμεληθέντες διεβρώθην ὑπ’ αὐτῶν καὶ σπασθέντες ἀπέθανον· ἄλλοι δὲ φασιν εὐρακέσθαι διὰ τῶν βουβῶνων τοῦ κάμνοντος αὐτὰς ἐξεληλυθέναι. ἐξαιρήσεις δὲ ταύτας ἀποκτεῖνας, ἀποκτενεῖς δὲ τοῖς πικροῖς μάλιστα χρῶμενος βοηθήμασιν. κοινῆς μὲν οὖν τῆς θεραπείας τοῦ πυρετοῦ καὶ τῶν ἐλμίνθων ὑπαρχούσης ἀρμόσει τῶν βοηθημάτων τὸ ἀπλούστερα. προποτιστέων τοίνυν αὐτοὺς τῷ τε τῶν χαμαιμήλων ἀφέψηματι καὶ τῶν ὀνομαζομένων μυσαρίων, ἢ καὶ αὐτὰ δοτέον ἐσθίειν τὰ μυσάρια καθηψμένα· δοτέον δὲ καὶ τῆς σέρεως τὸν χυλὸν ἢ τοῦ κοριαννοῦ τὸ σπέρμα μεθ’ ὕδατος θερμοῦ λείον ἢ μετ’ ὀξυράτου ἢ τῆς μυωτίδος βοτάνης τὸ ἀφέψημα ἢ τοῦ ἐλαφείου κέρατος τὸ ρίνῆμα ἢ τὴν Σινωπίδα μίλτον λειοτάτην. καὶ ἐλαίου δὲ ὑποτριβοὺς τοῦ πικροῦ κατὰ βραχὺ κοχλίαρια β καταρροφεῖτωσαν· τῷ μὲν γὰρ πικρῷ τὰς ἐλμινθας ἀναιρεῖ, τῷ δὲ ὀλισθηρῷ κατακύρον αὐτὰς τῇ κόπρῳ συναποδίδωσιν. φλεγμονῆς δὲ καὶ διατάσεως τῶν σπλάγχνων ὑπαρχούσης τῷ διὰ λινὸς σπέρμου καὶ ἀλεύρου θερμίνου καὶ ἀμινθίας καὶ βρυωνίας ρίζης χρηστέον καταπλάσματι δι’ ὑδρομέλιτος ἢ καὶ τῇ δι’ ἐλαίου χαμαιμηλίνου