Ancient Greek
397.1
Paulus, Epitomae Medicae Libri Septem 397.1
Unproofread scanNot analysed yet
τὸ ἀφέψημα, πετροσέλινον καὶ τὰ παραπλήσια τῶν εὐωδῶν σπερμάτων. 5 ἕξωθεν δὲ χρῆστέον ἄλῃ σὺν μηλίνῃ καὶ οἴνῳ (τοῦτο καὶ τὴν ὀρεξιν διεγείρει πᾶν περιποῦδακτον οὖσαν), ἐπικικτέον δὲ τῇ ἄλῃ πολλάκις καὶ ἀψίνθιον· ἢ χολὴ ταυρεία πληροῦν τὸν ὀμφαλὸν σὺν τινὶ τῶν εἰρημένων πικρῶν, ἢ τὸ διὰ τῆς ῥοδοδάφνης ἔλαιον συχνῶς ἐπαλειπτέον, ἢ τὴν κεδρέαν ἐπιθετέον μόνην τε καὶ σὺν κηρωτῇ κατὰ πάσης τῆς γαστροῦς, ἢ τὴν ξηρὰν πίτταν λείαν ἐπιπαστέον, ἢ τὸ ἡδύοσμον ἢ με- 10 λάνθιον σὺν ῥόδινῳ ἐπιχριστέον, ἢ καὶ κερίφου ἀπόζεμα αὐτοῖς ἐπιμικτέον, ἢ μηλέας Περσικῆς τὰ φύλλα ἐκλειψάντες καταπλάσωμεν· χρῆστέον δὲ καὶ τῷ ἐλαφείῳ μυελῷ τρόπον ἀλείμματος κατὰ τε ὀμφαλοῦ καὶ ἧτρου καὶ ὀσφύος. καὶ κηρωτὴν δὲ προσάξομεν, εἰ δεῖσοι, 9 ταύτην· ἄλῆς, ἀψινθίου, ἀλεύρου θερμίνου, κερίφου, μελανθίου ἀνὰ γρ. ζ, κηροῦ Γ α Λ', χαμαιμηλίνου τὸ ἄρκουν· χολὴ ταυρεία λείου τὰ ξηρά. ἐνετέον δὲ συχνότερον αὐτοὺς τῷ μελικράτῳ, ὅπως ἂν πρὸς τὴν γλυκύτητα τοῦ μέλιτος αἱ ἕλμινθες ὑποβιάζοιντο κάτω. εἰ δὲ σαπεῖσαι 15 κατὰ τὸ βάθος μὴ ἐκκρίνοιντο, ἀλλὰ μᾶλλον ἀναθυμιάσεις ἐργάζοιντο, δεῖ ὑπεξάγειν αὐτὰς ἢ τὴν ἄλῃν ἢ τὸ δι' αὐτῆς πικρὸν φάρμακον αὐτοὺς προποτίζοντα, ὅπου γε καὶ ἄλλως οὐκ ἀνόνητος αὐτοῖς ἐστιν ἢ δι' ὑψηλάτου μετρία κένωσις.