Ancient Greek
397.2
Paulus, Epitomae Medicae Libri Septem 397.2
Unproofread scanNot analysed yet
10 Περὶ πλατείας ἕλμινθος. Ἡ πλατεῖα ἕλμινς ἔστι μέν, ὡς εἰπεῖν, μεταβολὴ τοῦ ὑποπεφυκό- 21 τος ἐνδοθεν τὰ ἕντερα ὑμένος ἐπὶ τι σῶμα ζωώδες, ἥτις ἢ ἐκκρίνεται πολλάκις ὅλη ἀπίστον ὧνιν μεγέθους χάριν παρέχουσα ἢ κατὰ μέρη ἀποκρίνεται, ἀπολυθεῖσα μέντοι οὐ συνίσταται· πλεονάζει δὲ ποτὲ μέν καὶ ἐπὶ ἀπυρέτων, καὶ πυρέττουσι δὲ συμβαίνει διὰ μακρὰς νόσους, 25 ἐπιφέροισα δημημοὺς τοῦ στομάχου συνεχεῖς καὶ πρὸς αἰτία ὀρέξεως ἀκρατεῖα. τὸ γὰρ ζωοποιηθὲν ἐν τοῖς ἐντέροις τὴν παρακειμένην ἀναρπάζει τροφήν, ὡς ἑτέρας εὐθὺς προσδεῖσθαι καὶ, εἰ μὴ λάβοιεν, δάκνεσθαι τὰ ἕντερα. παρέπεται δὲ αὐτοῖς καὶ ἰχνότης τοῦ σώματος καὶ