Ancient Greek
41.2
Paulus, Epitomae Medicae Libri Septem 41.2
Unproofread scanNot analysed yet
μδ’. Περὶ κλυσμῶν. Ἐπὶ δὲ τῶν φύσει δυσκολίων, ἐφ’ ὧν ἀσθενῆς ὧν ὁ στόμαχος οὐκ ἐπιδέχεται τὰ διὰ στόματος ὑπακτικά, τοῖς κλύσμασι χρῆστέον, φλέγματος μὲν ἐγκειμένου τῷ ἐντέρῳ τοῖς δι’ ἀφεψήματος ἰσχάδων καὶ τεύθλων καὶ νίτρου καὶ ἀγρίου σικύου ρίζης καὶ μέλιτος καὶ ἐλαίου χαμαιμηλίνου ἢ ἀνηθίνου, ξηρότητος δὲ μᾶλλον ἐνούσης τοῖς δι’ ἄλθαίας τε καὶ τήλεως καὶ χαμαιμήλων καὶ ἐλαίου καὶ μέλιτος βραχέος· καὶ ποτε καὶ ἐλαίων καθ’ αὐτὸ πλήθος ἡμικοτυλίου ἐνιέμενον τὸ δέον ἐξανύει· μηδὲ τοῦτο δὲ συνεχῶς, ἵνα μὴ τούτοις ἡ φύσις ἐθιζομένη τῆς αὐτομάτου ἐκκρίσεως ἐκλάθῃται.