Ancient Greek
41.4
Paulus, Epitomae Medicae Libri Septem 41.4
Unproofread scanNot analysed yet
με’. Περὶ βαλάνων. Χρύμεθα καὶ βαλάνοις πολλάκις σκυβάλων χάριν ἐκκρίσεως, καὶ ἐφ’ ὧν τὸ ἐνεθὲν διὰ κλυστήρος οὐκ ἐκκρίνεται. πλάσσεται δὲ βαλάνια ἐξ ἄλσος ὀπτοῦ καὶ μέλιτος καὶ νίτρου· καὶ θύμος δὲ τῷ ἀπέφθω μέλιτι μίγνυται. πλάσσεται δὲ καὶ ἐκ ῥητίνης τερειβίνθινος καὶ νίτρου καὶ ποτε καὶ κόκκου Κνιδίου συμμέτρου· δόσεις δὲ ἐγείρει, διὸ χρυστέον τὰ μέρη ἐλαίῳ. ἐπὶ δὲ καὶ πύρεθρον ἢ πέπερι παραπλέκεται· καὶ ἀρμόζει παραλυτικοῖς καὶ ταῖς ὑπὸ ψύσεως ἐμπνευματώσεσι. κενταύριον δὲ παραπλέκεται πίττῃ καὶ κηρωτῇ· καὶ ἐστὶν ἐπιτήδειον παρέσεσιν αἰδοίου. ἐπὶ δὲ τῶν νηπίων καὶ χόνδρος ἄλσος ἐντίθεται. ἀναπλάσσεται δὲ καὶ σῦκον μετὰ νίτρου.