Ancient Greek
43.1
Paulus, Epitomae Medicae Libri Septem 43.1
Unproofread scanNot analysed yet
μζ'. Ὅσα ἐμμύνων ἀτρωγά. Τὰ διουρητικὰ πάντα, κράμβης ρίζης τὸ ἀφέψημα πινόμενον, περ-έας ρίζα καὶ πήγανον καὶ χρυσάνθεμον καὶ δίκταμον καὶ εὐζώμου σπέρμα. κινεῖ δὲ καὶ προσθετὰ τῷ στόματι τῆς ὑστέρας προσαγόμενα, ὥσπερ πήγανον λεῖον μετὰ μέλιτος ἢ πράσου χυλὸς ἢ σκόροδον λεῖον προστιθέμενον ἢ σμύρνα λεία ἐν οἴνῳ ἢ λαγωοῦ πυτία.