Ancient Greek
43.3
Paulus, Epitomae Medicae Libri Septem 43.3
Unproofread scanNot analysed yet
μη'. Ἰδρωτικά. Τῶν ἰδρωτικῶν ἐστι χαμαίμηλον ξηρὸν λεῖον ἐπιπασσόμενον ἐλαίῳ τῆς ἐπιφανείας εὐτόνως ἀνατριβομένης, σέσελι, πύρεθρον, κάχρυ, ἄνικον ὁμοίως ἐμπασσόμενα ἐλαίῳ, νίτρον ὅπτόν [καὶ] μὴ πᾶν λεπτὸν σὺν τῷ ἐλαίῳ, ἄλλος ἄνθος συγκιρνύμενον ἐλαίῳ, ὅπως Κυρναϊκὸς ὕδατι διειμένος εἰς ἀνάτριψιν τοῦ σώματος παραλαμβανόμενος καὶ πινόμενος μέγεθος ὅσον ἐρεβίνθου· ὁμοίως καὶ καλαμίνη πινομένη τε μετὰ με-λικράτου καὶ ἐξωθεν σὺν ἐλαίῳ τριβομένη.