Ancient Greek
51.1
Paulus, Epitomae Medicae Libri Septem 51.1
Unproofread scanNot analysed yet
νθ’. Πῶς ἂν τις ἰάcairo κατιχνωθέντα μόρια. Τῶν δὲ γιγνομένων ἐν μέρεσι τικιν ἰχνότητων αἱ πλεῖσται διὰ πολυχρόνιον ἡσυχίαν αὐτῶν ἢ καταγματικὸν ἐπιδέσεως τρόπον εἰς τὸ πάθημα τοῦτο ἔρχονται. χρή οὖν ὡσυνύαι μὲν τὴν ἐν τῷ μορίῳ δύναμιν, ἐπισπάζαι δὲ αἷμα δαψιλῆς τρίψαι τε χρωμένους μετρίαις ἐπιτηδείαις τε κινήσει καὶ καταχύσει θερμοῦ ὕδατος μετρίᾳ. ταῦτα δὲ ποιεῖν, μέχρι ἂν ἐρυθρὸν γενόμενον μετεωρισθῇ, καὶ, πρὶν συμπέσῃ, παύεσθαι. δεῖ δὲ καὶ τῶν πιπτωτῶν χρήσθαι κατὰ τοὺς εἰρημένους σκοποὺς. ὅταν δὲ αἴσθῃς ἢ ψυχροτέρου τοῦ μορίου, σινδόσι τε ἀνατρίβειν αὐτὸ καὶ τινὶ φαρμάκῳ θερμαίνοντι· ἐχρησάμην δὲ ἐνίοτε καὶ θαμψία, ποτὲ μὲν μέλιτος ἐπιχρίων, ἔστι δὲ ὅτε καὶ διὰ κηρωτῆς.