Ancient Greek
51.3
Paulus, Epitomae Medicae Libri Septem 51.3
Unproofread scanNot analysed yet
ξ’ Διὰγνωσις ἀρίστης κράσεως. Εὐκρατότατός ἐστιν ὁ ἄνθρωπος, ὅταν τῷ σώματι φαίνηται μέσος ἀκριβῶς ἀπάντων τῶν ἄκρων, ἰχνότητος καὶ παχύτητος, μαλακότητος τε καὶ σκληρότητος καὶ θερμότητος καὶ ψυχρότητος καὶ ὑγρότητος καὶ ξηρότητος, καὶ συνελόντι φάναι τὰς τε φυσικὰς ἐνεργείας καὶ τὰς ψυχικὰς ἀμέμπτους ἔχῃ, μέσος δὲ ἔστι καὶ φιλοῦ τριχῶν καὶ δασέος καὶ μέλανος καὶ λευκοῦ τὴν χροιὰν καὶ τρίχας ἔχῃ παῖς μὲν ὧν πυρροτέρας μᾶλλον ἢ μελαντέρας, ἀκμάζων δὲ ἐμπάλιν.