Ancient Greek
61.2
Paulus, Epitomae Medicae Libri Septem 61.2
Unproofread scanNot analysed yet
Τῶν δὲ ψυχρῶν δυσκρασιῶν τρεῖς εἰσὶ διαφοραί, ὧν χειρίστη μέν ἐστιν ἡ ξηρὰ κράσις· ὁ γὰρ ἐν χρόνῳ γηρώσι γίνεται, τοῦτο εὐθὺς ἐξ ἀρχῆς ὑπάρχει τούτοις. ὑγραίνειν τε οὖν αὐτοὺς χρή καὶ θερμαίνειν· ἕσται δὲ τοῦτο γυμνασίοις τε συμμέτροις καὶ τροφαῖς ὑγραῖς τε καὶ θερμαῖς οἴνου τε πόσει τῶν θερμότερων ὕπνοις τε πλείοσι, προνοουμένων ἡμῶν, ὅπως τὰ καθ´ ἑκάστην ἡμέραν ἐν τῷ σώματι γεννώμενα περιττώματα ἐκκενοῦται πάντα. τὰ δὲ ἀφροδίσια πάντας τοὺς ξηρότερους βλάπτει καὶ μάλιστα τοὺς σὺν τῇ ξηρότητι ψυχρούς, μόνοις δὲ ἀβλαβῆ τοῖς θερμοῖς καὶ ὑγροῖς. μοχθηραὶ δὲ καὶ αἱ μεθ´ ὑγρότητος ψυχραὶ κράσεις εἰσί, καὶ μάλιστα αὗται τοῖς ῥευματικοῖς ἀλίσκονται νοσήμασιν· ὀνίνησι δὲ αὐτοὺς ἄλousía τε καὶ γυμνασία πλείονα καὶ δίαιτα λεπτότερα καὶ χρίσματα μετρίως θερμότερα. ὅσοι δὲ ψυχρότεροι μὲν φύσει, συμμέτρωσ δὲ ἔχουσι τὴς κατὰ τὸ ξηρόν τε καὶ ὑγρόν κράσεως, ἐπιχειρεῖν τε αὐτῶν καὶ βουνύναι τὴν θερμασίαν. ἐν δὲ τῇ καθ´ ὑγρότητά τε καὶ ξηρότητα τῆς ὅλης διαίτης ἰδέα τὸ μέσον ἐκλέγειν.