Ancient Greek
61.3
Paulus, Epitomae Medicae Libri Septem 61.3
Unproofread scanNot analysed yet
οβ´. Ἵλασις τῶν ξηρῶν δυσκρασιῶν ἐπὶ γαστροὺς ὡς ἐπὶ παραδείγματος, εὐθὺς δὲ καὶ τῶν λοιπῶν κράσεων. Τῆς ξηρᾶς δυσκρασίας ἡ μέν τις ἐστιν ἐν τῷ τὰ ἐκ τῆς στερεᾶς οὐσίας ὁμοιομερῆ σώματα γίνεσθαι ξηρότερα, ἥτις δὴ καὶ ἀνίατός ἐστιν, ἡ δὲ τῆς ὑγροπαγοῦς οὐσίας, πρὸς ταύταις τῆς οἰκείας ὑγρότητος, ἐξ ἧς τρέφεται τὰ μόρια, τελέως ἀπολομένης· περιέχεται δὲ αὕτη κατὰ πάντα τοῦ ζῴου τὰ μόρια δροσοειδῶς ἐν αὐτοῖς παρεσπαρμένη· ταύτην δὲ ἐνθεῖναι τοῖς μορίοις οὐχ οἷόν τε ἄνευ τροφῆς, καὶ διὰ τοῦτο χαλεπωτάτη τῶν τοιούτων διαθέσεων ἡ ἱλασίς ἐστιν. κατὰ δὲ τὰς μικρὰς ἀρτηρίας τε καὶ φλέβας συνισταμένας ταύτας τὰς ξηρότητας θεραπεύειν