Ancient Greek
63.1
Paulus, Epitomae Medicae Libri Septem 63.1
Unproofread scanNot analysed yet
ἀπάντων, ψ̃ συνεχῶς οἱ πιττωταὶ χρωῦνται, καὶ χρίειν αὐτῷ τὴν γαστέρα δεῖ καὶ ἀποσπᾶν θερμὸν ἐπι τυγχάνον. ὠφελεῖ δὲ τοὺς τοιούτους καὶ παιδίον εὐσαρκον συγκοιμώμενον, ὡς ψαύειν ἀεὶ τῶν κατ’ ἐπιγαστριον. μιγνύσθω δὲ ἐξῆς τῇ ἑπρότῃ θερμότης μετρία· ἐπὶ ταύτης τὴν πρώτην ἀγωγὴν φυλάξαι, ὡς μέλιτος μὲν μηδ’ ὅλως γεύεσθαι, τὸν δὲ οἶνον ἥκιστα παλαιὸν προσφέρεσθαι· χλιαρὰ δὲ τὰ ἔδεσματα καὶ γαλακτῶδη προσοίσομεν καὶ τὴν κοιλίαν ἐπαλείψομεν ὀμφακίνῳ τε καὶ μηλίνῳ. ψύχειν δὲ τούτους ἀγωνιστικώτερον οὐκ ἀκίνδυνον πυρεκτικῆς πως οὐχὲς τῆς τοιαύτης καταστάσεως, ὅταν πλεονάζῃ τὸ θερμόν. ὑποκείσθω δὴ πάλιν ἐπικρατεῖν μὲν τὴν θερμὴν δυσκρασίαν, μεμιχθαι δὲ αὐτῇ τὴν ὑγρότητα· τὴν τοιαύτην δυσκρασίαν ὕδατος ψυχροῦ πόσει θεραπεύσομεν· ἐπιτήδειος δὲ ἡ τῶν στυφότων ἐδεσμάτων χρήσις, ἔστω δὲ καὶ ταῦτα χωρὶς τοῦ θερμαίνειν αὐστηρά. τῆς δὲ ὑγρᾶς δυσκρασίας μόνης συνισταμένης τὰ ἑπραίοντα τῶν ἐδεσμάτων ἄνευ τοῦ θερμαίνειν ἢ ψύχειν ἰσχυρῶς βοηθεῖ καὶ πρὸς τούτοις ἕνδεια τῶν συνήθων ποτῶν. τῆς δὲ μετὰ ψύξεως ὑγρᾶς δυσκρασίας ἄριστα ἰάματα τὰ δριμέα σύμπαντα, μιγνύσθω δὲ αὐτοῖς καὶ τὰ στυφοντα χωρὶς τοῦ ψύχειν σαφῶς· ἄριστον δὲ ἅμα καὶ τούτοις ὀλίγον τὸ πόμα, καὶ τοῦτο τῶν θερμαίνοντων ἰσχυρῶς οἴνων. τῶν μὲν οὖν ἐπὶ ταῖς ποιήσεσι δυσκρασιῶν τοιαῦται τινὲς εἰσὶν ἰάσεις· ἐπεὶ δὲ πολλάκις καὶ τὸ περιεχόμενον ὑγρὸν ἐν τῷ κύτει τῆς γαστρὸς ἢ ἀναποθὲν ἐν τοῖς χιτώσιν αὐτῆς τὴν δυσκρασίαν ἐργάζεται, καλῶς ἂν ἔχοι καὶ περὶ τούτων εἰπεῖν. ἡ μὲν οὖν προτέρα διάθεσις, εἰ μὲν ἅπαξ συσταίη, διὰ ἐμέτων καθαρθεῖσα καθίσταται ῥάδιως· εἰ δὲ αὐθὶς ἐξ ἑτέρου τινὸς ἢ ἑτέρων ἐπιρρῆ μορίων, ἀκριβοὺς δεῖται διαγνώσεως, ἡ θεραπεία δὲ εὐθὺς ἀκολουθήσει. τὴν μὲν γὰρ σύμπασαν θεραπείαν τῷ πεπονθότι χρὴ προσάγειν, προνοεῖσθαι δὲ τῶν δεχομένων τοσούτον μόνον, ὡς μὴ ῥάδιως δέχοιτο τὰ ἐπιρρέοντα· γένοιτο δὲ ἂν τοῦτο διὰ τε τῶν στυφότων καὶ διὰ τῶν εἰς εὐξίαν ἀγόντων τὸ πᾶν σῶμα. τὰς δὲ ἐν χιτῶνι τῆς γαστρὸς 6 κακοχυμίας διὰ τῶν καθαιρόντων μετρίως, οἷόν ἐστιν ἢ ἁλὼς καὶ τὸ δι’ αὐτῆς σκευαζόμενον φάρμακον ἢ πικρά· γλίσχρου δὲ ἅμα φλέγμα-