Ancient Greek
64.1
Paulus, Epitomae Medicae Libri Septem 64.1
Unproofread scanNot analysed yet
τοs ἐμπεπλασμένου τῇ γαστρὶ δοτέον αὐτοῖς πρότερον, ὅσα τέμνει τοῦτο, κάπθει9 οὕτως καθαρτέον· εἰ δὲ ἐπιτηδεῖως ἔχοι, διὰ ῥαφανίδων ἐμεῖτω. εἰ δὲ μήτε γλίσχρος μήτε παχύς εἴη ὁ χυμός, ἀρκεῖ καὶ ὁ ἀπὸ τοῦ χυλοῦ τῆς πτισάνης ἔμετος καὶ ὁ ἀπὸ τοῦ μελικράτου· πίνειν δὲ καὶ ἀμινθίου χυλὸν ἐν μελικράτῳ. ἀνὰ λόγον δὲ χρή καὶ τὰς ἐν τοῖς ἄλλοις μέρεσιν γιγνομένας δυσκρασίας ἰάσθαι τὰς ἐπιτηδεῖους ἔκροας εὑρίσκοντα τοῖς ὑγροῖς· εἰ δὲ μήτε κοιλότητα μήτε ἔκροην ἔχοι τὸ μόριον αἰσθητήν, ἀτμοειδῶς ἐκκενώσαι χρή τοὺς πλεονάζοντας ἰχώρας ἢ χυμοὺς ἐν αὐτῷ, καθάπερ γε κἂν πνεῦμα φυσιώδης ἢ τὸ περιἐχόμενον.