Ancient Greek
65.2
Paulus, Epitomae Medicae Libri Septem 65.2
Unproofread scanNot analysed yet
οὕ’. Περὶ λαχάνων. Ἡ μὲν οὖν θριδακίνη σαφῶς ψύχει τε καὶ ὑγραίνει· διὸ καὶ ὑπνώδης ἐστίν· ὡς ἐν λαχάνοις δὲ τρόφιμος αἵματος εὐχύμου γεννητικὴ τυγχάνουσα. καὶ τὸ ἴντυβον δὲ ψυχρὰς ἐστὶ καὶ ὑγρᾶς κράσεως, ἀλλ’ 15 ἧττον ἢ κατὰ θριδακίνην. ἡ δὲ μαλάχη ψύχει μὲν, ἀλλ’ οὐκ ἐναργῶς, ὑγραίνει δὲ μᾶλλον· ὅθεν καὶ γαστέρα ὑπάρχει, τοῦτο δὲ καὶ διὰ τὸ ἐν αὐτῇ γλίσχρον. τὸ δὲ τεῦθλον τῷ ρύπτειν ὑπάρχει γαστέρα· διὸ καὶ στόμαχον δάκνει πλεῖον ἐσθιόμενον· ἐκφράττει δὲ τὰ καθ’ ἧπαρ τε καὶ σπλήνα. ἡ δὲ κράμβη δίσεφθός μὲν ἐσθιομένη γαστέρα ἐπέχει, πρὸς 20 ἄπαξ δὲ μὴ ἐπὶ πολὺ ἐψηθεῖσα καὶ μετ’ ἐλαίου τε καὶ γάρου ἢ ἄλῶν ἐσθιομένη μᾶλλον ὑπάρχει, ὥσπερ ὁ χυλὸς αὐτῆς καὶ τοῦ τῆς φακῆς μᾶλλον ἐστὶ καθαρτικός. ἐτὶ δὲ μᾶλλον ἢ τε θαλαττία κράμβη γαστρὸς λαπακτικὴ σαφῶς ἄλμυρά τε καὶ ὑπόπικρος ὑπάρχουσα καὶ τὸ ἄλιμον, πλείονος δὲ μετέχον τῆς ἄλυκῆς ποιότητος ὑπάρχει γαστέρα, κράμβης 25 δὲ μᾶλλον εὐστόμαχον ὡς ἂν στύψεως μετρίας μετειληφός, γάλακτος δὲ καὶ σπέρματός ἐστι γεννητικόν. βλίτον δὲ καὶ ἀτράφαξος ὑγρὰ μὲν καὶ γαστρὸς ὑπακτικά, ὀλιγότροφα δέ. τὰ δὲ ἀκανθώδη πάντα, οἷον