Ancient Greek
65.1
Paulus, Epitomae Medicae Libri Septem 65.1
Unproofread scanNot analysed yet
οἱ γυμνασίοις τε προσέχοντες καὶ οἱ καθεύδοντες, ἐφ’ ὅσον ἂν βού- 5 λοιντο· πάντες δέ, ὅσοι πρὸ τῶν σιτίων οὐχ οἷοί τέ εἰσι γυμνάζεσθαι, φευγέτωσαν τὰς παχυχύμους τροφάς, ἄργοι δὲ μὴδ’ οὗτοι τὰς τροφὰς ταύτας προσιέτωσαν. μέγιστον δὲ κακὸν εἰς τὴν τῆς ὑγείας φυλακὴν ἢ παντελὴς ἀργία καθέστηκεν, ὥσπερ γε ἢ σύμμετρος κίνησις μέγιστον τῶν ἀγαθῶν. τὰ δὲ μεταξὺ τῶν παχυνόντων καὶ λεπτυνόντων ἐδεσμάτων κάλλιστα πάντων ἐστὶ σύμμετρον αἷμα γεννῶντα κατὰ τὴν σύστασιν. κατάλληλος μὲν οὖν ἢ τοιαύτη τροφὴ τοῖς σώμασιν ἡμῶν ἐστιν, βλαβερὰ δὲ ἢ κακόχυμος, ἣν ἀεὶ δεῖ φεύγειν. φυλάττεσθαι δὲ καὶ τὴν ποικιλίαν τῶν τροφῶν ἀμείνον, καὶ μᾶλλον ἐὰν ἐξ ἐναντίων ὥσι δυ- 10 νάμεων· οὐ γὰρ πέπτεται τὰ ληφθέντα προσκόντως.