Ancient Greek
67.1
Paulus, Epitomae Medicae Libri Septem 67.1
Unproofread scanNot analysed yet
os' Περὶ τῶν ἔχοντων ἔδωδίμους τὰς ρίζας. Ἡ μὲν βουνιάς τε καὶ γογγύλη προσαγορευομένη δίσεφθος ἐσθιο-μένη τρόφιμος. οὐχ ἧττον τῶν ἄλλων φυτῶν, παχύχυμος δὲ συνεχῶς λαμβανομένη. οἱ δὲ βολβοὶ στυπτικοὶ τε καὶ ῥυπτικοὶ καὶ ὀρεκτικοὶ καὶ στομάχου τονωτικοὶ καὶ τῶν ἐν θύρακι γλίσχρων εὐανάγωγοι· 5 δίσεφθοι δὲ γιγνόμενοι τροφιμώτεροι μέν, οὐκ εὐανάγωγοι δέ, τὸ πι-κρόν ἀποβάλλοντες· εἰσὶ δὲ καὶ σπέρματος γεννητικοὶ καὶ ἀφροδισια-στικοὶ ἐν πλείονι χρήσει γιγνόμενοι καὶ φυκώδεις καὶ στρόφους ἐμπόι-οῦσιν· οἱ δὲ μετὰ γάρου καὶ ἐλαίου ἐσθίομενοι ἧδιστοὶ καὶ ἄψυσοι καὶ τρόφιμοι καὶ εὐπεπτοί. σταφυλίνου δὲ καὶ δαύκου καὶ κάρου αἱ 10 μὲν ρίζαι ὀλιγοτροφώτεραι τῶν γογγυλίδων εἰσί, θερμαὶ δὲ καὶ ἀρω-ματίζουσαι σαφῶς καὶ οὐρητικαί, καταχρωμένοις δὲ κακόχυμοι καὶ δύσπεπτοι τῷ κοινῷ λόγῳ τῶν ρίζων. τινὲς δὲ τὸν ἄγριον σταφυλίνον ὀνομάζουσι δαύκον οὐρητικώτερον μᾶλλον ὑπάρχοντα. ἡ δὲ ῥαφανὶς λεπτυντικὴς τε καὶ θερμῆς ἐστὶ δυνάμεως, ἐσθίειν δὲ αὐτὴν πρὸ τρο- 15 φῆς δεῖ μετὰ ὄξους ἢ γάρου ὑπαγωγῆς ἕνεκα γαστροῦ, μετὰ τροφὴν δὲ οὐδαμῶς. κρόμμυον δὲ καὶ σκόροδον καὶ πρᾶσον καὶ ἀμπελόπρασον δριμείας ὄντα δυνάμεως θερμαίνουσί τε τὸ σῶμα καὶ λεπτοῦνσι καὶ τέμνουσι τοὺς ἐν αὐτῷ παχεῖς χυμούς, καὶ δίσεφθα μέν ὀλιγότροφα ἐστίν, ἀνεφθα δὲ οὐδ' ὅλως τρέφουσιν. τὸ γε μὴν σκόροδον ἐκφρακτι- 20 κόν τε καὶ διαφορητικὸν ἐστὶ μᾶλλον· τὰ δὲ ἀμπελόπρασον τῶν πρᾶσων ὡς ἄγρια ἡπρότερα. καθόλου δὲ τῶν λαχάνων τὰ ὠμὰ ἐσθίομενα τῶν ἐφθῶν μᾶλλον εἰσὶ κακόχυμα καὶ πλείονος μετέχοντα τῆς περιττωμα-τικῆς ὑγρότητος· τὰ δὲ εἰς ἀπόθεσιν ταριχευόμενα δι' ἁλμὸς τε καὶ ὀξάλμης εὐστόμαχά τέ ἐστι καὶ εὐόρεκτα καὶ τῶν ὠμῶν χυμῶν τμητικά, 25 δύσπεπτα δὲ καὶ καταχρωμένοις κακόχυμα.