Ancient Greek
68.1
Paulus, Epitomae Medicae Libri Septem 68.1
Unproofread scanNot analysed yet
οζ'. Περί ὕδων καὶ μυκήτων. Τὸ ὕδον ἅποιον μὲν ἔχει τὸν ἀναδιδόμενον ἐξ αὐτοῦ χυμόν, ψυχρότερον δὲ καὶ παχύχυμον. οἱ δὲ μύκηται ψυχροὶ τέ εἰσι καὶ φλεγματώδεις καὶ κακόχυμοι· τούτων δὲ αὐτῶν οἱ μὲν βωλίται ἀβλαβέστεροι καὶ ἅποιοι καλῶς ἐψηθέντες, οἱ δὲ ἀμανῖται δευτέρας εἰσὶ τάξεως. τῶν δὲ ἄλλων μυκήτων ἀπέχεσθαι δεῖ· πολλοὶ γὰρ ἐξ αὐτῶν ἀπέθανον. καὶ αὐτοὶ δὲ οἱ βωλίται ἀνεφθότεροι ἐσθιόμενοι κινδύνου παραίτιοι πολλάκις γίνονται.