Ancient Greek
68.3
Paulus, Epitomae Medicae Libri Septem 68.3
Unproofread scanNot analysed yet
οη'. Περί σιτωδῶν. Τῶν σιτωδῶν ὀνοαζομένων ὁ μὲν χόνδρος τρόφιμός τε καὶ γλίσχρου χυμοῦ γεννητικός· ἀλλ' ὁ μὲν πλυτὸς μοχθηρός, ἐπείπερ ἐτοίμως παχυνόμενος ἀνεφθὸς μένει, κρείττων δὲ ὁ χυλὸς αὐτοῦ ὅλου καλῶς ἐψηθέντος παραπλησίως τῇ πτισάνῃ. ὁ δὲ ἄλιξ τὰ μὲν ἄλλα χόνδρῳ παρέοικε, μᾶλλον δὲ γαστρὸς ἐστιν ἐφεκτικός. ὁ δὲ πυρὸς ἐφθὸς ἐσθιόμενος δύσπεπτός τε καὶ φυσώδης, πεπτόμενος δὲ τροφὴν ἰχυρωτάτην παρέχει, ἄρτοποιούμενος δὲ τὸ φυσῶδες καὶ δύσπεπτον ἀποτίθεται διὰ τὸ ζύμης τε καὶ ὕλῶν μετέχειν. τροφιμώτερος δὲ τῶν ἄρτων ἐστὶν ὁ σιλιγνίτης, ἐφεξῆς δὲ ὁ σεμυδαλίτης καὶ τρίτος ὁ συγκομιστός· ὁ δὲ ῥυπαρὸς ἄρτος ἧττον μὲν τρέφει, μᾶλλον δὲ κατὰ γαστέρα ὑπέρχεται· ὁ δὲ ἄμυλος ὀλιγότροφός ἐστιν, ὥσπερ καὶ ὁ πεπλυμένος ἄρτος. αἱ δὲ κριθαὶ ψυχραὶ εἰσι δυνάμεως καὶ ῥυπτικῆς, καὶ ἐφόμεναι μὲν ὥσπερ ἡ πτισάνη ὑγραίνουσι, φρυττόμεναι δὲ καθάπερ ἐπὶ ἀλφίτων ξηραίνουσι. τὸ δὲ ἀλφίτον ἐν θέρει πρὸ βαλανείου πινόμενον μεθ' ὕδατος δίψαν ἴαται. ὁ δὲ κριθίνος ἄρτος ψαφαρώτερός τε ἐστιν. καὶ ὀλιγότροφος. ἡ δὲ μᾶζα δυσπεπτοτέρα τε καὶ φυσωδεστέρα τῶν κριθίνων ἄρτων ἐστίν, μέλιτος δὲ προσλαβοῦσα ὑπέρχεται. ὁ δὲ βρῶμος θερμὸς τε καὶ ὀλιγότροφος. ἡ δὲ κέγχρος καὶ ὁ ἐλυμὸς ψυχρὰ τε καὶ ξηρὰ καὶ ὀλιγότροφα καὶ ἐφεκτικὰ γαστρός· κρείττων δὲ κατὰ πάντα τῆς μελίνης ἡ κέγχρος. ἡ δὲ ὄρυζα δύσπεπτός τέ ἐστι καὶ ὀλιγότροφος καὶ γαστρὸς ἐφεκτική. ἔμεται δὲ ἡ πτισάνη ἑνὸς μέρους αὐτῆς βαλλομένου πρὸς πεντεκαίδεκα ὕδατος ἐλαίου μιγνυμένου συμμέτρου, μετὰ δὲ τὸ ἀνοῖδῆσαι καὶ ὄζους,