Ancient Greek
72.1
Paulus, Epitomae Medicae Libri Septem 72.1
Unproofread scanNot analysed yet
πβ´. Περὶ ζῴων, καὶ πρῶτον περὶ τῶν πτηνῶν. Ἡ τῶν πτηνῶν ζῴων τροφὴ τῆς ἀπὸ τῶν πεζῶν, καὶ μάλιστα τῶν ὕειων, ἐλάττων μὲν ἐστίν, εὐπεπτοτέρα δέ, καὶ μᾶλλον ἀπὸ τοῦ πέρδικος καὶ ἀτταγῆνος καὶ περιστερᾶς νέας καὶ ἀλεκτορίδος καὶ φασιανοῦ. ἡ δὲ τῶν κιχλῶν καὶ κοττύφων καὶ τῶν μικρῶν στρουθίων, ἐν οἷς εἰσι καὶ οἱ πυργῖται, σκληροτέρα τυγχάνει, καὶ τούτων ἔτι μᾶλλον ἢ τε τῆς τρυγόνος καὶ φάττης καὶ νήττης· πολὺ δὲ δυσπεπτοτέρα καὶ σκληροτέρα καὶ ἰνωδεστέρα ἢ τοῦ ταῦ. ἡ δὲ τῶν χηνῶν καὶ στρουθοκαμήλων σάρξ περιττωματικὴ τε καὶ δυσπεπτοτέρα πάντων τῶν προειρημένων πλὴν τῶν πτερῶν· ταῦτα γὰρ οὐχ ἧττον τῶν ἄλλων ὄρνιθων εἰσὶν εὐχυμα. ἡ δὲ τῶν γεράνων ἰνώδης τε καὶ σκληρά. καθόλου δὲ τὰ μὲν νέα τῶν παλαιῶν ὑγρότερα τε καὶ εὐπεπτότερα καὶ τροφιμώτερα καὶ κατὰ γαστέρα ὑπερχόμενα, τὰ δὲ ἔφηβὰ τῶν ὀπτῶν τε καὶ ταγηνιστῶν ὁμοίως διενήνοχεν· τὰ δὲ ἀπὸ ξηρῶν καὶ ὀρεινῶν τόπων τῶν ἐν ἕλει τρεφομένων εὐπεπτότερα τέ ἐστι καὶ ἀπέρριττα.