Ancient Greek
72.3
Paulus, Epitomae Medicae Libri Septem 72.3
Unproofread scanNot analysed yet
πγ´. Περὶ ψῶν. Τὰ μὲν τῶν ἀλεκτοριδῶν τε καὶ φασιανικῶν [ψά] κρείττονα πάντων ἐστί, τὰ δὲ τῶν χηνῶν τε καὶ στρουθοκαμήλων οὐ χρηστά. πάντων δὲ τὰ νέα τῶν παλαιῶν πολὺ κρείττω, καὶ τὰ μὲν τρομητὰ τρόφιμα μᾶλλον, τὰ δὲ ῥοφητὰ μᾶλλον ὑπέρχεται καὶ τὰς ἐν φάρυγι τραχύτητας ἐκλεαίνει, τὰ δὲ ἄλλα πάντα δύσπεπτά τε καὶ βραδύπορα καὶ παχύχυμα πλὴν τῶν καλουμένων πνικτῶν· ταῦτα δὲ γίνεται ἀναδευθέντα ὕμᾳ μετὰ γάρου καὶ οἴνου καὶ ἐλαίου καὶ ἐν διπλώματι συμμέτρως πτηνύμενα· τὰ τοιαῦτα γὰρ εὐπεπτά τε καὶ εὐχυμα. πάντων δὲ μοχθηρότερα τὰ ταγηνιστά.