Ancient Greek
74.8
Paulus, Epitomae Medicae Libri Septem 74.8
Unproofread scanNot analysed yet
ἕσθίουσι. τὸ δὲ τῶν αἰγῶν αἷμα καὶ Ὀμηρος οἶδεν ὑπὸ τινων ἕσθιόμενον. πζ' Περὶ γάλακτος. κου, ὅσα δὲ ἐν τῇ κοιλίᾳ ἔσω ἐστίν· μετὰ δὲ τοῦτο ἤδη εἰσέρχεται εἰς τὰς φλέβας καὶ τρέφει κάλλιστα καὶ οὐκέτι διαχωρεῖ. τοῖς δὲ χολώδεσι ρέυμασι, καὶ ὅσαι συντήσεις ἐπὶ γαστέρα συννεύουσιν, ἔχοντα διδόναι τοῦ γάλακτος, ἔχειν δὲ τὸ μὲν πρῶτον ἠσυχῆ καὶ ἐπ’ ὀλίγον, ὡς μέρος μὲν τι διαχωρήσαι, μέρος δὲ τι στεχθῆναι, μετὰ δὲ ἐπὶ μᾶλλον καὶ μᾶλλον ἔχειν φυλασσόμενον μήτε κατακαίειν μήτε τυρὸν ἐξ αὐτοῦ ποιεῖν. φυλακὴ δὲ ἀρίστη μαλακῶς τε ἔχειν καὶ τῇ κινήσει τὸ ἐφισταμένον ἀποξύνειν πάντοθεν· κινεῖν δὲ νάρθηκι λείῳ καὶ λεπτῷ καί, ἤν τι ζέσῃ τοῖς χείλεσι, καὶ τοῦτο σπόγγῳ καθαίρειν· πολλάκις γὰρ ἐνθένδε καὶ τὸ ἄλλο διεφθάρη. ἔχειν οὖν, ὡς εἴρηται, τὸ γάλα, μέχρι παχύτερον ὁμαλῶς καὶ γλυκύτερον τοῦ ὑμοῦ γένηται. καὶ διὰ τῆς τῶν πεπυρακτωμένων δὲ κοχλάκων ἐν τῷ γάλακτι καθέσεως ἐκπίπτεται τε καὶ διαπανάται τὸ ἐν αὐτῷ λεπτὸν τε καὶ ὀρώδες. καὶ τοῦτο δὲ τοῖς τῆς κοιλίας ρέυμασι, καὶ μάλιστα τοῖς χολώδεσιν, ἀρμόζει.