Ancient Greek
75.2
Paulus, Epitomae Medicae Libri Septem 75.2
Unproofread scanNot analysed yet
15 πη’. Περὶ τοῦ σχιστοῦ γάλακτος. Ἐψηχεῖ σφοδρότερα διὰ πλείονος ἀκάπνου πυρὸς διακρίνεται τὸ ὀρώδες τοῦ γάλακτος ἀπὸ τοῦ τυρώδους, εἶτα σειροῦται δι’ ἠθμοῦ ἢ ράκους ἀκριβῶς, καὶ μίγνυται τῷ ὀρώδει μέλιτος τὸ σύμμετρον ἢ ὀξυμέλιτος ἢ ἁλῶν, καὶ δίδεται πρὸς ὑπαγωγὴν γαστρός, τοῖς μὲν ἀκάμζουσιν ἄχρι δύο ξεστῶν, τοῖς δὲ νεωτέροις μὴ ἐλάττον ξεστοῦ. τὸ δὲ διὰ τῆς τῶν πεπυρακτωμένων κοχλάκων ἢ αἰδῆρων καθέσεως παχυνόμενον γάλα πρὸς τε δυσεντερίας καὶ τὰ κατὰ γαστέρα ρέματα καλῶς ἂν δοθείη.