Ancient Greek
76.1
Paulus, Epitomae Medicae Libri Septem 76.1
Unproofread scanNot analysed yet
γ' Περί ἰχθύων. Ὅτι μὲν πᾶς ἰχθὺς ψυχροτέρας τε καὶ ὑγροτέρας ἐστὶ κράσεως, εὐδῆλον· ἀπάντων δὲ οἱ πετραῖοι καλούμενοι τῶν ἄλλων εἰσὶν ἀμείνους εὐπεπτοὶ τε ὄντες καὶ εὐχυμοὶ καὶ μετρίως ὑγραίνοντες, ὥστε μὴ ἔχειν σκληρὰν τὴν σάρκα. τῶν δὲ μὴ πετραίων οἱ πελάγιοι πολὺ διαφέρουσι τῶν ἐν ἰλύι τρεφομένων, ἥ ἕνθα ποταμοὶ εἰσβάλλουσι· μοχθηρότεροι δὲ μᾶλλον οἱ ἐν λίμναις τε καὶ λιμνοθαλάσσαις τρέφόμενοι. κατὰ μέρος δὲ ὁ μὲν κέφαλος, ἐπειδάν πελάγιος ᾖ, μετρίως τέ ἐστιν ἥδὺς καὶ ἥττον δύσπεπτος καὶ εὐχυμος, αἵματος δὲ λεπτομερεστέρου τε καὶ ἀθενεστέρου γεννητικός· ὁμοίως δὲ καὶ ὁ λάβραξ. ἡ δὲ τρίγλα καὶ αὐτὴ πελάγιος οὖσα σκληροτέρα τε τῶν ἄλλων ἰχθύων ἐστὶ καὶ ψαφαρὰ καὶ εὐπεπτος καὶ τρόφιμος καὶ ἡδεῖα καὶ ἀλιπής.