Ancient Greek
76.3
Paulus, Epitomae Medicae Libri Septem 76.3
Unproofread scanNot analysed yet
γα' Περί ὀστρακοδέρμων. Καθόλου μὲν τὰ ὀστρακόδερμα τῶν ἁλυκῶν τε καὶ ὕμῶν ἀπογεννᾷ χυμόν· τούτων δὲ τὰ μὲν ὄστρεα μαλακωτάτην ἔχει σάρκα καὶ μᾶλλον ὑπέρχεται, αἱ χῆμαι δὲ καὶ πορφύραι καὶ σωλήνες καὶ σπόνδυλοι καὶ κήρυκες καὶ κοχλίοι καὶ ὅσα τοιαῦτα σκληρά, καὶ τὰ μαλακόστρακα προσαγορευόμενα, οἷον ἀστακοί, πάγουροι, καρκίνοι τε καὶ κάραβοι καὶ καρίδες, δύσπεπτά τέ ἐστι καὶ τρόφιμα καὶ ἐφεκτικὰ γαστρὸς ἐφώμενα πολλάκις ἐν ὑδατὶ γλυκεῖ. ἅπασί δὲ τοῖς ὀστρακοδέρμοις ὑπάρχει χυλὸς ὑπακτικὸς γαστρος· διὸ καὶ τοῖς χερσαίοις κοχλίοις· καὶ τούτων γὰρ σκληρὰν τε τὴν σάρκα καὶ δύσπεπτον ἔχοντων καὶ τρόφιμον καὶ κακὸν χυμόν τινες τῶν ζωμῶν ἀρτύοντες δι' ἐλαίου τε καὶ γάρου πρὸς ὑπαγωγὴν γαστρὸς αὐτῷ κέχρηνται. οἱ δὲ ἐχῖνοι ψυκτικοὶ τε μετρίως εἰσὶ καὶ ὀλιγότροφοι καὶ διουρητικοί.