Ancient Greek
77.5
Paulus, Epitomae Medicae Libri Septem 77.5
Unproofread scanNot analysed yet
ζε´ Περὶ οἴνου δυνάμεως. Χρὴ γινώσκειν τὸν πεφροντικὸτα τῆς ὑγείας καὶ περὶ οἴνου δυνάμεως. καθόλου μὲν γὰρ πᾶς οἶνος τρέφει, ἀλλ´ ὁ μὲν ἐρυθρὸς καὶ παχύς μᾶλλον, οὐκ εὐχυμος δέ, ὁ δὲ γλυκὺς καὶ αὐτὸς μὲν τρόφιμος, οὐκ εὐστόμαχος δέ, ὁ δὲ στύφων εὐστόμαχος μὲν, δυσανόδοτος δέ, καὶ ἧττον τρέφει, ἐπὶ δὲ ἧττον ὁ λευκός· ἄριστος δὲ τῶν οἴνων ὁ κιρρὸς τὴν χροιάν. ὁ δὲ παλαιότερος τοῦ νέου θερμότερός τε καὶ ξηρότερος. αὕτη μὲν ἡ τοῦ οἴνου δύναμις ὡς ἐν κεφαλαίῳ. καθάπαξ δὲ ὁ οἶνος ἀναζωπυρεῖ μὲν τὸ ἐν ἡμῖν θερμόν, καὶ διὰ τοῦτο αἱ πέψεις ἀμείνους γίνονται καὶ τὸ αἷμα χρηστόν, τὴν τε τροφὴν μεταγεί πανταχοῦ πόριμος ὢν· διὸ καὶ τοὺς ἐκ νόσων ἰσχυωθέντας εὐτρόφους ἀπεργάζεται· ποιεῖ γὰρ καὶ ὀρεκτικοὺς τροφῶν· καὶ τὸ μὲν φλέγμα λεπτύνει, τὴν δὲ χολὴν δι´ οὐρῶν ἐκκαθαίρει καὶ εὐχροίαν ἐργάζεται. καὶ τῇ ψυχῇ