Ancient Greek
77.3
Paulus, Epitomae Medicae Libri Septem 77.3
Unproofread scanNot analysed yet
ζδ´ Περὶ τῶν κητωδῶν. Τὰ κητώδη, οἷον φάλαινα καὶ φῶκα καὶ ζύγαινα καὶ δελφῖνες καὶ οἱ μεγάλοι θύννοι, σκληρὰν καὶ δύσπεπτον καὶ παχύχυμον ἔχουσι τὴν σάρκα· ταριχευόμενα δὲ τὰ τοιαῦτα μετριώτερα γίνεται. καὶ τῶν ἄλλων δὲ ἰχθύων οἱ ὑγρότεροι καὶ περιττωματικώτεροι καὶ πρὸς ταριχεῖαν μᾶλλον εἰσιν ἐπιτήδειοι· ἡ δὲ ἐν τοῖς ταρίχοις διαφορά τοιαύτη ἐστίν, οἷα καὶ ἡ τῶν ἰχθύων, ἐξ ὧν γίνονται.