Ancient Greek
83.1
Paulus, Epitomae Medicae Libri Septem 83.1
Unproofread scanNot analysed yet
φῦσαι, ἐργαί, ἄχροιοι ὅλου τοῦ σώματος, ὕπνοι βαρεῖς, τὰ οὖρα πε-5λιὰ καὶ μόλις ἐκπορευόμενα, οἰδήματα περὶ τὰ αἰδοῖα γίνονται. ὅταν οὖν τοιούτὸν τι προσιμαίνη, βοηθεῖν δεῖ τοῖς διουρητικοῖς ἀρώμασιν ἀσφαλέστατα· ἔστι δὲ τάδε· μαράθων καὶ σελίνων τὰς ῥίζας ἀποβρέχειν ἐν οἴνῳ λευκῷ εὐώδει, τοῦτο πίνειν ἑκάστης ἡμέρας νήστεις πρωὶ κυάθους δύο μεθ’ ὕδατος, δαύκου, σμύρνης, ἐλενίου, ὅ,τι ἂν ἔχῃς τῶν τοιούτων· ἀπαντα γὰρ ὑφελεῖ· καὶ τῶν ἐρεβίνθων τῶν ἀποβεβρεγμέ-10νων τὸ ὕδωρ πινόμενον μετὰ οἴνου τὸν αὐτὸν τρόπον. τοῖς δὲ ἀμε-λοῦσι τῶν τοιούτων σιμείων τάδε εἴωθεν ἐπιγίγνεσθαι τὰ ἀρρωστήματα· ὕδρωψ, σπλὴν μέγας, ἧπατος πόνος, λιθίαςις, νεφρίτις, στραγγουρία, πρησιμὸς κοιλίας. ἐφ’ ἀπάντων δὲ τῶν τοιούτων σιμείων τοῖς μὲν νηπίοις ἠπίους καὶ τὰς θεραπείας προσάγειν, τοῖς δὲ μειζοσιν ἐνεργεστέρας.