Ancient Greek
83.2 to 83.5
Paulus, Epitomae Medicae Libri Septem 83.2-5
Unproofread scanNot analysed yet
γέγραφα δὲ σοι καὶ περὶ τῶν τροπῶν τῶν εἰς τὸν ἔνιαυτὸν, ἐν6 αἷς ἑκάστα γίγνεται, τίνα σε δεῖ προσφέρεσθαι καὶ τίνων ἀπέχεσθαι· 15 ἄρξομαι δὲ ἀπὸ τροπῶν χειμερινῶν. τροπὴ χειμερινή. αὕτη ἡ ὥρα αὐξεῖ ἐν ἀνθρώποις καταρροὺν ὑγρα-σίαν ἕως ἰσῆμερίας ἑαρινῆς. δεῖ οὖν προσφέρεσθαι τὰ θερμότατα καὶ ἀκρατέστερον πίνειν καὶ ἀκρατοποτεῖν καὶ ἀπὸ τῆς ὀρίγανου πίνειν καὶ συνουσιάζειν. εἰσὶ δὲ εἰς ἰσῆμερίαν ἡμέραι ζ. ἰσῆμερία ἑαρινή. αὕτη ἡ ὥρα αὐξεῖ ἐν ἀνθρώποις φλέγμα καὶ20 τοὺς γλυκεῖς ἰχώρας τοῦ αἵματος ἕως. πλειάδος ἐπιτολῆς. χρῶ τοῖς ὀπωδεστάτοις καὶ δριμέαιν καὶ φιλοπόνει καὶ συνουσιάζε. εἰσὶ δὲ ἕως πλειάδος ἐπιτολῆς ἡμέραι μζ. πλειάδος ἐπιτολή. αὕτη ἡ ὥρα αὐξεῖ ἐν ἀνθρώποις χολὴν πυρρὰν καὶ τοὺς πικροὺς ἰχώρας ἕως θερινῶν τροπῶν. χρῶ τοῖς γλυκεῖσι πᾶσι κοι-25λίαις λυτικοῖς καὶ ὡς ἐλάχιστα συνουσιάζε. εἰσὶ δὲ εἰς τροπάς θερινὰς ἡμέραι με.