Ancient Greek
87.2
Paulus, Epitomae Medicae Libri Septem 87.2
Unproofread scanNot analysed yet
α'. Περί πυρετῶν ἐκ τῶν Γαληνοῦ καὶ ἑτέρων πλειόνων. Μετὰ τὴν τῶν ὑγιεινῶν διδασκαλίαν ἐπὶ τὴν τῶν ἤδη νοσοῦντων ἀφικνούμενοι διόρθωσιν ἀπὸ τῶν ὁμοιομερῶν νοσημάτων ὡς ἀπλουστερῶν ἀρξώμεθα· τοιαῦτα δέ εἰσι μάλιστα τὰ πυρετικὰ προσαγορευόμενα. πάλιν οὖν τῇ κατὰ τὸν Ὀριβάσιον ἐκ τῶν Γαληνοῦ μὲν ὡς μάλιστα, καὶ ἑτέρων δὲ πλειόνων, ἐπιτόμῳ χρώμενοι συνόψει καὶ ἡμεῖς ἐλάχιστά τινα παραλελειμμένα προσθήσομεν.