Ancient Greek
87.4
Paulus, Epitomae Medicae Libri Septem 87.4
Unproofread scanNot analysed yet
β'. Πόσα καὶ τίνα κεφάλαια χρὴ ζητεῖν ἐπὶ τῶν πυρετικῶν μάλιστα νοσημάτων. Πρῶτον μέν, εἰ σωτήριον εἴη τὸ νόσημα ἢ ὀλέθριον, καὶ, εἰ σωτήριον, πότερον ὀξὺ ἢ χρόνιον (ταῦτα μὲν κάπι τῶν ἄλλων τῶν μεγάλων ἀρμόσει ζητεῖν νοσημάτων)· καὶ τρίτον, πότερον ἀθρόως κριθήσεται, ὅ μάλιστα τῶν πυρετῶν ἴδιον, ἢ κατὰ μέρος λυθήσεται.