Ancient Greek
87.6
Paulus, Epitomae Medicae Libri Septem 87.6
Unproofread scanNot analysed yet
γ'. Πόθεν γνωστέον, εἰ σωτήριον εἴη τὸ πάθος ἢ ὀλέθριον. Ὀλέθρια μὲν ἐστι σημεῖα οἷον νεκρώδες πρόσωπον, ὀξεῖα ῥίς, ὀφθαλμοὶ κοῖλοι καὶ τὰ λοιπὰ τὰ ὑφ' Ἱπποκράτους εἰρημένα, μὴ ἐξ ἀγρυπνίας ἢ κενώσεως ἢ ἀτιίας τούτων συμβεβηκότων, καὶ τὸ τὴν αὐτὴν φεύγειν ἢ δακρύειν μὴ ἐκ τινος ἐξωθεν αἰτίας μηδὲ μὴν τῶν ὀφθαλμῶν ἰδίων ἔχοντων πάθος, καὶ τὸ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐλάττονα φαίνεσθαι ἢ καὶ τὰ λευκὰ αὐτῶν ἐρυθρὰ ἢ πελιδνὰ ἢ μέλανα ἢ καὶ λήμας ἐν αὐτοῖς, καὶ τὸ ἐν τοῖς ὕπνοις τὰ λευκὰ τῶν ὀφθαλμῶν φαίνεσθαι μὴ συμβαλλομένων τῶν βλεφάρων, ἔκτὸς εἰ μὴ πολλὴ τις ἐγένετο κένωσις ἢ δι' ἕθους αὐτοῖς εἴη τὸ σύμπτωμα· καὶ τὸ τοὺς