Ancient Greek
88.2
Paulus, Epitomae Medicae Libri Septem 88.2
Unproofread scanNot analysed yet
15 δ’. Πόθεν διαγιγνώσκομεν δεῦ καὶ χρόνιον νόσημα. Ἐκ τεσσάρων διαγιγνώσκεται τοῦ νοσήματος ὁ χρόνος, ἐκ τῆς κινήσεως αὐτοῦ τοῦ νοσήματος, ἐκ τῆς τοῦ κάμνοντος ἕξεως, ἐκ τῶν σφυγμῶν, ἐκ τοῦ τῶν πυρετῶν εἴδους. ἐκ μὲν τῆς τοῦ νοσήματος κινήσεως οὕτως· εἰ μὲν οἱ τέσσαρες τοῦ μερικοῦ παροξυσμοῦ καιροὶ θάττον τε καὶ ἐν ἐλαχίστῳ παρέρχονται χρόνῳ, κάτωθι ἂν εἴη τὸ νόσημα, οὔπερ ἕκαστος ὅρος ἐστὶν ἢ ἑβδομή, τὰ δὲ πολλὰ κατὰ τὴν τετάρτην κρίνεται· εἰ δὲ ἐν πλείονι μὲν τούδε, μὴ ὑπερβάλῃ δὲ δυοκαίδεκα ὡρῶν διάστημα, οὕτω προδηλοῦται τῆς τεσσαρεσκαίδεκάτης εἰς μάλιστα κρινόμενον. εἰ δὲ γε πλείονας ὥρας παρατείνει, ὥστε τὴν ἀρχὴν μόνον καὶ τὴν ἀνάβασιν ἐν τῷ πλείονι τῆς ἡμέρας τε καὶ τῆς νυκτὸς διανύσαι χρόνῳ, τὸ τοιούτον νόσημα χρόνιόν ἐστιν. εἰ δὲ μὴ ἔχῃ μερικοὺς παροξυσμοὺς ἢ νόσος, ἀλλ’ ἀπὸ ἀρχῆς ἄχρι τέλους οἷον εἰς ὑπάρχει παροξυσμός, καθάπερ ἐπὶ συνόχων, καὶ τοῦτο δήπου τῶν ὀξέων ἂν εἴποις. ἐκ δὲ τῆς τοῦ κάμνοντος ἕξεως οὕτω γνωσθήσεται· εἰ μὲν ἤδη μετρίαν ἔχει τὸ πρόσωπον ἢ καὶ τὸ λοιπὸν σῶμα σύμπτω-