Ancient Greek
89.1
Paulus, Epitomae Medicae Libri Septem 89.1
Unproofread scanNot analysed yet
ειν, ὅζῳ δηλοῦται τὸ νόσημα· εἰ δὲ παντάπασιν ἀκύμπτωτον, χρόνιον ἔσται· πλήθος γὰρ ὕλης δηλοῦται χρόνῳ πλείονι πεφθησομένης. ἀπὸ δὲ τῆς τῶν ἀρθριῶν κινήσεως οὕτως· μέγας μὲν καὶ σφοδρὸς καὶ ταχὺς καὶ πυκνὸς ὁ σφυγμὸς ὀξείας ἂν εἴη νόσου δηλωτικός, ὁ δὲ ἐναντίος χρονίας. ἀπὸ δὲ τοῦ τῶν πυρετῶν εἴδους, καθ’ ὅσον οἱ μὲν θερμοὶ καὶ διακαεῖς ὀξείαν δηλοῦσι τὴν νόσον, οἱ δὲ μαλθακώτεροι καὶ οἰονεὶ σμυχόμενοι χρονίαν.