Ancient Greek
91.2
Paulus, Epitomae Medicae Libri Septem 91.2
Unproofread scanNot analysed yet
Z Ὅτι τὰ κρίσιμα σημεῖα ἐν ἀρχῇ φαινόμενα μοχθηρά. Πέψεως μὲν οὐκ ἔστιν ὅτε κακῶς ἐπιφαίνεται σημεῖα· πᾶσα γὰρ πέψις ἐπικρατοῦσης τῆς φύσεως γίνεται· διὰ τοῦτο ἀεὶ ἀγαθὴ ἐστιν. τὰ κρίσιμα δὲ ἔστιν ὅτε κακῶς ἐπιφαίνεται διὰ τὸ τὴν κρίσιν ἐπαμφοτερίζειν ποτὲ μὲν ἀγαθὴν, ποτὲ δὲ κακὴν γιγνομένην, ὡς ἐμπροσθεν διὰ τῶν κρίσιμων ἡμερῶν εἴρηται. οὔτε οὖν ἐν ταῖς ἀρχαῖς οὔτε ἐν ταῖς ἀναβάσεσιν αὐτὰ φαίνεσθαι χρή, ἀλλ’ ἐν τῷ τῆς παρακμῆς χρόνῳ, καθ’ ὃν ἡ φύσις ἐπικρατεστέρα τοῦ νοσήματός ἐστιν.