Ancient Greek
91.4
Paulus, Epitomae Medicae Libri Septem 91.4
Unproofread scanNot analysed yet
H Πῶς ἑσομένην κρίσιν προγιγνώσκειν χρή. Εἰ μὲν ἐπιτείνοιτο καὶ προλαμβάνοιεν οἱ παροξυρμοὶ καὶ σφοδρότεροι γίγνοιτο πολλῷ καὶ διὰ τρίτης ἐπισχημαίνοιεν, καὶ σημεῖα πέψεως ἐν τοῖς οὐροῖς ἢ τοῖς διαχωρήμασιν ἢ καὶ τοῖς ἀναπτυσμένοις εὑρίσκοιτο, μᾶλλον ἀπάντων ἐν τάχει τὸ νόσημα κριθήσεται. εἰ δ’ ἀργῶς κινοῖντο καὶ τὴν αὐτὴν ὥραν εἰσβάλλοιεν ἐφ’ ἑκάστης ἡμέρας γιγνόμενοι, μετὰ πλεῖονα χρόνον ἕξεσθαι προσδοκᾶ τὴν κρίσιν. καὶ τῶν ἐπὶ ρίγεςι δὲ σφοδρῶς πυρεττόντων οὐχ οἷόν τε λύσιν γενέσθαι πρὸ τοῦ πραύνθηναι τὸ ρίγος· τούτου γὰρ μηδὲν ἐνδιδόντος ἀδύνατόν ἐστιν ἤδη τὴν ἀκμὴν ἀπειληφέναι τὸ νόσημα, καὶ δῆλον, ὅτι πολλῷ μᾶλλον οὐδὲ τὴν παρακμὴν ἐπίξειν χρή.