Ancient Greek
91.6 to 92.29
Paulus, Epitomae Medicae Libri Septem 91.6-92.29
Unproofread scanNot analysed yet
Q Πῶς ἐνεστῶσαν κρίσιν διαγιγνώσκομεν. Δυσφορία προηγεῖται κρίσεως ἀπάσης καὶ, εἰ μὲν ἐν ἡμέρᾳ κριθήσεται μέλλοι, νύκτωρ, εἰ δὲ ἐν νυκτί, δι’ ἡμέρας, καὶ συμπτώματα ἐπιγίγνονται, οἷον κεφαλαλγία μὴ πρότερον γινομένη, καὶ τραχὺς συναλγεῖ, καὶ ὑποχόνδριον ἀνασπάται, καὶ δύσπνοιά τις ἐξαιφνίδιος καὶ ἕτερα χαλεπὰ συμπτώματα πρῶν μὴ γιγνόμενα φαίνεται. καὶ, εἰ τούτων γιγνομένων οἱ σφυγμοὶ μὴ καταπίπτοιεν, ἀλλ’ εἰς ὕψος μᾶλλον ροῖδος ὁ κάμνων εἰώθει κενούσθαι, καὶ ταύτης ὁ τῆς περιόδου συντρέχει χρόνος, ὡσαύτως δὲ καπὶ τῶν καταμηνίων, εἰ γυναιον εἴη τὸ νοσοῦν, οὐδὲν ἄτοπον διὰ τῆς τοιαύτης αὐτοῖς κενώσεως γίνεσθαι τὴν 2 κρίσιν. καὶ τοὺς ἰδρώτας δὲ ταῖς προηγησαμέναις, ὡς εἰκός, νοτίζ, καὶ μάλιστα ἐν ἐπιδήλῳ γενομέναις ἡμέρα, καὶ τῇ τῶν πόρων ἀναπετεία προγνωστέον ἐστί. τὴν δὲ διὰ τῶν ἄνω κενώσεων ἐκ τῶνδε ἂν μάλιστα γνοίης· ἐμβλέπειν γὰρ ἤδη πρὸς τοὺς εἰρημένοις καὶ τὸ τοῦ νοσοῦντος πρόσωπον, καὶ, εἰ τὶ πάλαιοιτο· τῶν ἐν αὐτῷ μορίων, ἢ σφύζοιεν αἱ ἐν τοῖς κροτάφοις φλέβες, ἢ μῆλον ἢ ρίς ἢ ὀφθαλμὸς ἐρυθρότερος γίγνοιτο, μᾶλλον ἐλπίζειν· εἰ δὲ καὶ δακρύοιεν ἄκοντες ἢ [καὶ] μαρμαρυγὰς ὁρῶν αἴροιντο καὶ σφοδρότεροι γίγνοιτο, προσεπικραγίζοι δὲ καὶ κρίσιμος φαντάζοιντο καὶ τὰς χεῖρας ἐπὶ τὰς ρῖνας φέροιεν ὡς κνῶμενοι, τῆνικαῦτα μὲν οὐκέτι μέλλων ἀλλ’ ἤδη ῥέον ὕψει τὸ αἷμα· κνησαμένων γὰρ αὐτῶν ἅπαξ καὶ δις ἐκρήγνυται. δῆξις δὲ στομάχου καὶ τρόμος τοῦ κάτω χείλους τὴν δι’ ἐμέτων ἡμῖν πολλάκις ἐδήλωσε κρίσιν. καὶ ταῦτα μὲν ἱκανά· προσέρχεται δὲ αὐτοῖς ἢ τε τοῦ νοσοῦντος ἡλικία τε καὶ φύσις βεβαιοῦσα τὴν ἐλπίδα καὶ προσέτι τοῦ ἔτους ὁ καιρὸς ἢ τε παροῦσα κατάστασις· εἰ γὰρ μειράκιον εἴη τὸ νοσοῦν ἢ ἄλλως φύσει 3 θερμὸν ἢ πολυαἱμον, ἐπὶ μᾶλλον ἐλπίζει. εἰ δὲ καὶ πρόσθεν αὐτῷ κένωσις αἵματος ἐφαίνετο νοσοῦντι ἢ ὑγιαίνοντι, ὡς ἐμπροσθεν εἴπομεν, τοῦτο καὶ μόνον ἱκανὸν αἱμορραγίας ἐλπίδα παρασχέιν. εἰ δὲ καὶ τὸν ἡμέρα, καὶ αὕτη μάλιστα τῶν καλῶς κρινουσῶν, οὐ μόνον κρίσιν ἔχο-