Ancient Greek
95.2
Paulus, Epitomae Medicae Libri Septem 95.2
Unproofread scanNot analysed yet
ε. πέμπτον γένος ἐστὶ σφυγμῶν τὸ παρὰ τὸ ποσὸν τοῦ τῆς ἀρτηρίας ἐγχύματος, διαφοραὶ δὲ αὐτοῦ ὁ τε πλήρης ἐστὶ καὶ ὁ κενὸς καὶ ὁ σύμμετρος, ἐπεὶ καὶ πᾶν ἄγγειον ἢ πλήρες ἐστὶν ἢ κενὸν ἢ συμμέτρωσ ἔχον ἐγχύματος. πλήρης μὲν οὖν ἐστὶ σφυγμός, ὡς Ἀρχιγένης ὁρίζεται, ὁ ναστοτέραν ἐπιδεικνὺς τὴν ἀρτηρίαν καὶ τὴν ὑπόπτωσιν αὐτῆς διασεσαγμένην ἐγχυλώσει, κενὸς δὲ ὁ πομφολυγώδῃ ἔγερσιν τῆς ἀρτηρίας ποιούμενος, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων κεγεμβάτησιν ὑποπίπτειν.